καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν ἀρετῆς ἕκατι τῶνδʼ ἐπιψαῦσαι μόνον· εὐεργετῶν γὰρ καὐτὸς αὔτʼ ἐκτησάμην. Νεοπτόλεμος οὐκ ἄχθομαί σʼ ἰδών τε καὶ λαβὼν φίλον· ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται, παντὸς γένοιτʼ ἂν κτήματος κρείσσων φίλος. χωροῖς ἂν εἴσω. Φιλοκτήτης καὶ σέ γʼ εἰσάξω· τὸ γὰρ νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν. Χορός λόγῳ μὲν ἐξήκουσʼ, ὄπωπα δʼ οὐ μάλα, τὸν πελάταν λέκτρων ποτὲ τῶν Διὸς κατὰ δρομάδʼ ἄμπυκα δέσμιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς· ἄλλον δʼ οὔτινʼ ἔγωγʼ οἶδα κλύων οὐδʼ ἐσιδὼν μοίρᾳ τοῦδʼ ἐχθίονι συντυχόντα θνατῶν, ὃς οὔτʼ ἔρξας τινʼ οὔ τι νοσφίσας, ἀλλʼ ἴσος ὢν ἴσοις ἀνήρ, ὤλλυθʼ ὧδʼ ἀναξίως. τόδε τοι θαῦμά μʼ ἔχει, πῶς ποτε πῶς ποτʼ ἀμφιπλάκτων ῥοθίων μόνος κλύων, πῶς ἄρα πανδάκρυτον οὕτω βιοτὰν κατέσχεν· Χορός ἵνʼ αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν, οὐδέ τινʼ ἐγχώρων κακογείτονα, παρʼ ᾧ στόνον ἀντίτυπον βαρυβρῶτʼ ἀποκλαύσειεν αἱματηρόν· ὃς τὰν θερμοτάταν αἱμάδα κηκιομέναν ἑλκέων ἐνθήρου ποδὸς ἠπίοισι φύλλοις κατευνάσειεν, εἴ τις ἐμπέσοι, φορβάδος ἐκ γαίας ἑλών· εἷρπε γὰρ ἄλλοτʼ ἀλλαχᾷ τότʼ ἂν εἰλυόμενος παῖς ἄτερ ὡς φίλας τιθήνας ὅθεν εὐμάρειʼ ὑπάρ- χοι πόρου, ἁνίκʼ ἐξανείη δακέθυμος ἄτα·