<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="648">τί τοῦθʼ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="649">φύλλον τί μοι πάρεστιν, ᾧ μάλιστʼ ἀεὶ</l><l n="650">κοιμῶ τόδʼ ἕλκος, ὥστε πραΰνειν πάνυ.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="651">ἀλλʼ ἔκφερʼ αὐτό.  τί γὰρ ἔτʼ ἄλλʼ ἐρᾷς λαβεῖν;</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="652">εἴ μοί τι τόξων τῶνδʼ ἀπημελημένον</l><l n="653">παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="654">ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξʼ ἃ νῦν ἔχεις;</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="655">ταῦτʼ, οὐ γὰρ ἄλλʼ ἔστʼ, ἀλλʼ ἃ βαστάζω χεροῖν.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="656">ἆρʼ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν</l><l n="657">καὶ βαστάσαι με προσκύσαι θʼ ὥσπερ θεόν;</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="658">σοί γʼ, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν</l><l n="659">ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="660">καὶ μὴν ἐρῶ γε, τὸν δʼ ἔρωθʼ οὕτως ἔχω·</l><l n="661">εἴ μοι θέμις, θέλοιμʼ ἄν· εἰ δὲ μή, πάρες.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="662">ὅσιά τε φωνεῖς ἔστι τʼ, ὦ τέκνον, θέμις,</l><l n="663">ὅς γʼ ἡλίου τόδʼ εἰσορᾶν ἐμοὶ φάος</l><l n="664">μόνος δέδωκας, ὃς χθόνʼ Οἰταίαν ἰδεῖν,</l><l n="665">ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν</l><l n="666">ἐχθρῶν μʼ ἔνερθεν ὄντʼ ἀνέστησας πέρα.</l><l n="667">θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν</l><l n="668">καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν</l><l n="669">ἀρετῆς ἕκατι τῶνδʼ ἐπιψαῦσαι μόνον·</l><l n="670">εὐεργετῶν γὰρ καὐτὸς αὔτʼ ἐκτησάμην.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="671">οὐκ ἄχθομαί σʼ ἰδών τε καὶ λαβὼν φίλον·</l><l n="672">ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,</l></sp></div></div></body></text></TEI>