τί τοῦθʼ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι; Φιλοκτήτης φύλλον τί μοι πάρεστιν, ᾧ μάλιστʼ ἀεὶ κοιμῶ τόδʼ ἕλκος, ὥστε πραΰνειν πάνυ. Νεοπτόλεμος ἀλλʼ ἔκφερʼ αὐτό. τί γὰρ ἔτʼ ἄλλʼ ἐρᾷς λαβεῖν; Φιλοκτήτης εἴ μοί τι τόξων τῶνδʼ ἀπημελημένον παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν. Νεοπτόλεμος ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξʼ ἃ νῦν ἔχεις; Φιλοκτήτης ταῦτʼ, οὐ γὰρ ἄλλʼ ἔστʼ, ἀλλʼ ἃ βαστάζω χεροῖν. Νεοπτόλεμος ἆρʼ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν καὶ βαστάσαι με προσκύσαι θʼ ὥσπερ θεόν; Φιλοκτήτης σοί γʼ, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται. Νεοπτόλεμος καὶ μὴν ἐρῶ γε, τὸν δʼ ἔρωθʼ οὕτως ἔχω· εἴ μοι θέμις, θέλοιμʼ ἄν· εἰ δὲ μή, πάρες. Φιλοκτήτης ὅσιά τε φωνεῖς ἔστι τʼ, ὦ τέκνον, θέμις, ὅς γʼ ἡλίου τόδʼ εἰσορᾶν ἐμοὶ φάος μόνος δέδωκας, ὃς χθόνʼ Οἰταίαν ἰδεῖν, ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν ἐχθρῶν μʼ ἔνερθεν ὄντʼ ἀνέστησας πέρα. θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν ἀρετῆς ἕκατι τῶνδʼ ἐπιψαῦσαι μόνον· εὐεργετῶν γὰρ καὐτὸς αὔτʼ ἐκτησάμην. Νεοπτόλεμος οὐκ ἄχθομαί σʼ ἰδών τε καὶ λαβὼν φίλον· ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,