λήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν. Νεοπτόλεμος οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ, τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ. Φιλοκτήτης ἀεὶ καλὸς πλοῦς ἔσθʼ, ὅταν φεύγῃς κακά. Νεοπτόλεμος οὔκ, ἀλλὰ κἀκείνοισι ταῦτʼ ἐναντία. Φιλοκτήτης οὐκ ἔστι λῃσταῖς πνεῦμʼ ἐναντιούμενον, ὅταν παρῇ κλέψαι τι χἀρπάσαι βίᾳ. Νεοπτόλεμος ἀλλʼ εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν ὅτου σε χρεία καὶ πόθος μάλιστʼ ἔχει. Φιλοκτήτης ἀλλʼ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο. Νεοπτόλεμος τί τοῦθʼ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι; Φιλοκτήτης φύλλον τί μοι πάρεστιν, ᾧ μάλιστʼ ἀεὶ κοιμῶ τόδʼ ἕλκος, ὥστε πραΰνειν πάνυ. Νεοπτόλεμος ἀλλʼ ἔκφερʼ αὐτό. τί γὰρ ἔτʼ ἄλλʼ ἐρᾷς λαβεῖν; Φιλοκτήτης εἴ μοί τι τόξων τῶνδʼ ἀπημελημένον παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν. Νεοπτόλεμος ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξʼ ἃ νῦν ἔχεις; Φιλοκτήτης ταῦτʼ, οὐ γὰρ ἄλλʼ ἔστʼ, ἀλλʼ ἃ βαστάζω χεροῖν. Νεοπτόλεμος ἆρʼ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν καὶ βαστάσαι με προσκύσαι θʼ ὥσπερ θεόν; Φιλοκτήτης σοί γʼ, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται. Νεοπτόλεμος καὶ μὴν ἐρῶ γε, τὸν δʼ ἔρωθʼ οὕτως ἔχω· εἴ μοι θέμις, θέλοιμʼ ἄν· εἰ δὲ μή, πάρες. Φιλοκτήτης ὅσιά τε φωνεῖς ἔστι τʼ, ὦ τέκνον, θέμις, ὅς γʼ ἡλίου τόδʼ εἰσορᾶν ἐμοὶ φάος μόνος δέδωκας, ὃς χθόνʼ Οἰταίαν ἰδεῖν, ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν ἐχθρῶν μʼ ἔνερθεν ὄντʼ ἀνέστησας πέρα. θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν