<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="623">ἔμʼ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;</l><l n="624">πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν</l><l n="625">πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ.</l></sp><sp><speaker>Ἔμπορος</speaker><l n="626">οὐκ οἶδʼ ἐγὼ ταῦτʼ· ἀλλʼ ἐγὼ μὲν εἶμʼ ἐπὶ</l><l n="627">ναῦν, σφῷν δʼ ὅπως ἄριστα συμφέροι θεός.</l></sp><milestone unit="card" n="628"/><sp><speaker>Φιλοκτήτης</speaker><l n="628">οὔκουν τάδʼ, ὦ παῖ, δεινά, τὸν Λαερτίου</l><l n="629">ἔμʼ ἐλπίσαι ποτʼ ἂν λόγοισι μαλθακοῖς</l><l n="630">δεῖξαι νεὼς ἄγοντʼ ἐν Ἀργείοις μέσοις;</l><l n="631">οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ</l><l n="632">κλύοιμʼ ἐχίδνης, ἥ μʼ ἔθηκεν ὧδʼ ἄπουν.</l><l n="633">ἀλλʼ ἔστʼ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ</l><l n="634">τολμητά· καὶ νῦν οἶδʼ ὁθούνεχʼ ἵξεται.</l><l n="635">ἀλλʼ, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ</l><l n="636">πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.</l><l n="637">ἴωμεν· ἥ τοι καίριος σπουδὴ πόνου</l><l n="638">λήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="639">οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ,</l><l n="640">τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="641">ἀεὶ καλὸς πλοῦς ἔσθʼ, ὅταν φεύγῃς κακά.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="642">οὔκ, ἀλλὰ κἀκείνοισι ταῦτʼ ἐναντία.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="643">οὐκ ἔστι λῃσταῖς πνεῦμʼ ἐναντιούμενον,</l><l n="644">ὅταν παρῇ κλέψαι τι χἀρπάσαι βίᾳ.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="645">ἀλλʼ εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν</l><l n="646">ὅτου σε χρεία καὶ πόθος μάλιστʼ ἔχει.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="647">ἀλλʼ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.</l></sp></div></div></body></text></TEI>