οἵ σʼ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν, μόνην ἔχοντες τήνδʼ ἅλωσιν Ἰλίου, οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ, ἀλλʼ αὔτʼ Ὀδυσσεῖ παρέδοσαν· λέγων ὅσʼ ἂν θέλῃς καθʼ ἡμῶν ἔσχατʼ ἐσχάτων κακά. τούτῳ γὰρ οὐδέν μʼ ἀλγυνεῖς· εἰ δʼ ἐργάσει μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς. εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται, οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον. ὡς δʼ ἔστʼ ἐμοὶ μὲν οὐχί, σοὶ δʼ ὁμιλία πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε. σὺ μὲν πέπλευκας οὔτʼ ἔνορκος οὐδενὶ οὔτʼ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου· ἐμοὶ δὲ τούτων οὐδέν ἐστʼ ἀρνήσιμον.