<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="598">τίνος δʼ Ἀτρεῖδαι τοῦδʼ ἄγαν οὕτω χρόνῳ</l><l n="599">τοσῷδʼ ἐπεστρέφοντο πράγματος χάριν,</l><l n="600">ὅν γʼ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;</l><l n="601">τίς ὁ πόθος αὐτοὺς ἵκετʼ; ἢ θεῶν βία</l><l n="602">καὶ νέμεσις, οἵπερ ἔργʼ ἀμύνουσιν κακά;</l></sp><sp><speaker>Ἔμπορος</speaker><l n="603">ἐγώ σε τοῦτʼ, ἴσως γὰρ οὐκ ἀκήκοας,</l><l n="604">πᾶν ἐκδιδάξω.  μάντις ἦν τις εὐγενής,</l><l n="605">Πριάμου μὲν υἱός, ὄνομα δʼ ὠνομάζετο</l><l n="606">Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος,</l><l n="607">ὁ πάντʼ ἀκούων αἰσχρὰ καὶ λωβήτʼ ἔπη</l><l n="608">δόλιος Ὀδυσσεὺς εἷλε· δέσμιόν τʼ ἄγων</l><l n="609">ἔδειξʼ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·</l><l n="610">ὃς δὴ τά τʼ ἄλλʼ αὐτοῖσι πάντʼ ἐθέσπισεν</l><l n="611">καὶ τἀπὶ Τροίᾳ πέργαμʼ ὡς οὐ μή ποτε</l><l n="612">πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ</l><l n="613">ἄγοιντο νήσου τῆσδʼ ἐφʼ ἧς ναίει τανῦν.</l><l n="614">καὶ ταῦθʼ ὅπως ἤκουσʼ ὁ Λαέρτου τόκος</l><l n="615">τὸν μάντιν εἰπόντʼ, εὐθέως ὑπέσχετο</l><l n="616">τὸν ἄνδρʼ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·</l><l n="617">οἴοιτο μὲν μάλισθʼ ἑκούσιον λαβών,</l><l n="618">εἰ μὴ θέλοι δʼ, ἄκοντα· καὶ τούτων κάρα</l><l n="619">τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.</l><l n="620">ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι</l><l n="621">καὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="622">οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη,</l></sp></div></div></body></text></TEI>