τίνος δʼ Ἀτρεῖδαι τοῦδʼ ἄγαν οὕτω χρόνῳ τοσῷδʼ ἐπεστρέφοντο πράγματος χάριν, ὅν γʼ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες; τίς ὁ πόθος αὐτοὺς ἵκετʼ; ἢ θεῶν βία καὶ νέμεσις, οἵπερ ἔργʼ ἀμύνουσιν κακά; Ἔμπορος ἐγώ σε τοῦτʼ, ἴσως γὰρ οὐκ ἀκήκοας, πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής, Πριάμου μὲν υἱός, ὄνομα δʼ ὠνομάζετο Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος, ὁ πάντʼ ἀκούων αἰσχρὰ καὶ λωβήτʼ ἔπη δόλιος Ὀδυσσεὺς εἷλε· δέσμιόν τʼ ἄγων ἔδειξʼ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν· ὃς δὴ τά τʼ ἄλλʼ αὐτοῖσι πάντʼ ἐθέσπισεν καὶ τἀπὶ Τροίᾳ πέργαμʼ ὡς οὐ μή ποτε πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ ἄγοιντο νήσου τῆσδʼ ἐφʼ ἧς ναίει τανῦν. καὶ ταῦθʼ ὅπως ἤκουσʼ ὁ Λαέρτου τόκος τὸν μάντιν εἰπόντʼ, εὐθέως ὑπέσχετο τὸν ἄνδρʼ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων· οἴοιτο μὲν μάλισθʼ ἑκούσιον λαβών, εἰ μὴ θέλοι δʼ, ἄκοντα· καὶ τούτων κάρα τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών. ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι καὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι. Φιλοκτήτης οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη,