οὐκ οἶδά πω τί φησι· δεῖ δʼ αὐτὸν λέγειν εἰς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε. Ἔμπορος ὦ σπέρμʼ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ λέγονθʼ ἃ μὴ δεῖ· πόλλʼ ἐγὼ κείνων ὕπο δρῶν ἀντιπάσχω χρηστά θʼ, οἷʼ ἀνὴρ πένης. Νεοπτόλεμος ἐγώ εἰμʼ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι φίλος μέγιστος, οὕνεκʼ Ἀτρείδας στυγεῖ. δεῖ δή σʼ ἔμοιγʼ ἐλθόντα προσφιλῆ, λόγων κρύψαι πρὸς ἡμᾶς μηδένʼ ὧν ἀκήκοας. Ἔμπορος ὅρα τί ποιεῖς, παῖ. Νεοπτόλεμος σκοπῶ κἀγὼ πάλαι. Ἔμπορος σὲ θήσομαι τῶνδʼ αἴτιον. Νεοπτόλεμος ποιοῦ λέγων. Ἔμπορος λέγω. ʼπὶ τοῦτον ἄνδρε τώδʼ ὥπερ κλύεις, ὁ Τυδέως παῖς ἥ τʼ Ὀδυσσέως βία, διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ πείσαντες ἄξειν ἢ πρὸς ἰσχύος κράτος. καὶ ταῦτʼ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον τὸ θάρσος εἶχε θατέρου δράσειν τάδε. Νεοπτόλεμος τίνος δʼ Ἀτρεῖδαι τοῦδʼ ἄγαν οὕτω χρόνῳ τοσῷδʼ ἐπεστρέφοντο πράγματος χάριν, ὅν γʼ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες; τίς ὁ πόθος αὐτοὺς ἵκετʼ; ἢ θεῶν βία καὶ νέμεσις, οἵπερ ἔργʼ ἀμύνουσιν κακά; Ἔμπορος ἐγώ σε τοῦτʼ, ἴσως γὰρ οὐκ ἀκήκοας, πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής, Πριάμου μὲν υἱός, ὄνομα δʼ ὠνομάζετο Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος, ὁ πάντʼ ἀκούων αἰσχρὰ καὶ λωβήτʼ ἔπη