ὅδʼ ἔσθʼ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε. Ἔμπορος μή νύν μʼ ἔρῃ τὰ πλείονʼ, ἀλλʼ ὅσον τάχος ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς. Φιλοκτήτης τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ διεμπολᾷ λόγοισι πρός σʼ ὁ ναυβάτης; Νεοπτόλεμος οὐκ οἶδά πω τί φησι· δεῖ δʼ αὐτὸν λέγειν εἰς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε. Ἔμπορος ὦ σπέρμʼ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ λέγονθʼ ἃ μὴ δεῖ· πόλλʼ ἐγὼ κείνων ὕπο δρῶν ἀντιπάσχω χρηστά θʼ, οἷʼ ἀνὴρ πένης. Νεοπτόλεμος ἐγώ εἰμʼ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι φίλος μέγιστος, οὕνεκʼ Ἀτρείδας στυγεῖ. δεῖ δή σʼ ἔμοιγʼ ἐλθόντα προσφιλῆ, λόγων κρύψαι πρὸς ἡμᾶς μηδένʼ ὧν ἀκήκοας. Ἔμπορος ὅρα τί ποιεῖς, παῖ. Νεοπτόλεμος σκοπῶ κἀγὼ πάλαι. Ἔμπορος σὲ θήσομαι τῶνδʼ αἴτιον. Νεοπτόλεμος ποιοῦ λέγων. Ἔμπορος λέγω. ʼπὶ τοῦτον ἄνδρε τώδʼ ὥπερ κλύεις, ὁ Τυδέως παῖς ἥ τʼ Ὀδυσσέως βία, διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ πείσαντες ἄξειν ἢ πρὸς ἰσχύος κράτος. καὶ ταῦτʼ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον τὸ θάρσος εἶχε θατέρου δράσειν τάδε.