σοὶ πάντες εἶεν συννεναυστοληκότες, ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι, τὸν πλοῦν ποεῖσθαι, προστυχόντι τῶν ἴσων. οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι, ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα βουλεύματʼ ἐστί, κοὐ μόνον βουλεύματα, ἀλλʼ ἔργα δρώμενʼ, οὐκέτʼ ἐξαργούμενα. Νεοπτόλεμος ἀλλʼ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε, εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ· φράσον δʼ ἅπερ, γʼ ἔλεξας, ὡς μάθω τί μοι νεώτερον, βούλευμʼ ἀπʼ Ἀργείων ἔχεις. Ἔμπορος φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ Φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι. Νεοπτόλεμος ὡς ἐκ βίας μʼ ἄξοντες ἢ λόγοις πάλιν; Ἔμπορος οὐκ οἶδʼ· ἀκούσας δʼ ἄγγελος πάρειμί σοι. Νεοπτόλεμος ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται οὕτω καθʼ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν; Ἔμπορος ὡς ταῦτʼ ἐπίστω δρώμενʼ, οὐ μέλλοντʼ ἔτι. Νεοπτόλεμος πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδʼ οὐκ αὐτάγγελος πλεῖν ἦν ἕτοιμος; ἢ φόβος τις εἶργέ νιν; Ἔμπορος κεῖνός γʼ ἐπʼ ἄλλον ἄνδρʼ ὁ Τυδέως τε παῖς ἔστελλον, ἡνίκʼ ἐξανηγόμην ἐγώ. Νεοπτόλεμος πρὸς ποῖον αὖ τόνδʼ αὐτὸς Οὑδυσσεὺς ἔπλει; Ἔμπορος ἦν δή τις—ἀλλὰ τόνδε μοι πρῶτον φράσον τίς ἐστίν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα. Νεοπτόλεμος ὅδʼ ἔσθʼ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε. Ἔμπορος μή νύν μʼ ἔρῃ τὰ πλείονʼ, ἀλλʼ ὅσον τάχος ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς. Φιλοκτήτης τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ διεμπολᾷ λόγοισι πρός σʼ ὁ ναυβάτης;