ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ, τότʼ οὐκέθʼ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς. Χορός ἥκιστα· τοῦτʼ οὐκ ἔσθʼ ὅπως ποτʼ εἰς ἐμὲ τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι. Νεοπτόλεμος ἀλλʼ αἰσχρὰ μέντοι σοῦ γέ μʼ ἐνδεέστερον ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν. ἀλλʼ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς· χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται. μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς ἡμᾶς ὅποι τʼ ἐνθένδε βουλοίμεσθα πλεῖν. Φιλοκτήτης ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δʼ ἀνήρ, φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς ἔργῳ γενοίμην, ὥς μʼ ἔθεσθε προσφιλῆ; ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς ἀφʼ ὧν διέζων ὥς τʼ ἔφυν εὐκάρδιος. οἶμαι γὰρ οὐδʼ ἂν ὄμμασιν μόνην θέαν ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε· ἐγὼ δʼ ἀνάγκῃ προύμαθον στέργειν κακά. Χορός ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο, ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δʼ ἀλλόθρους, χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον. Ἔμπορος Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον, ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ, ἐκέλευσʼ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι, ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ, τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον. πλέων γὰρ ὡς ναύκληρος οὐ πολλῷ στόλῳ ἀπʼ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι