<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="471">ἔρημον ἐν κακοῖσι τοῖσδʼ οἵοις ὁρᾷς</l><l n="472">ὅσοισί τʼ ἐξήκουσας ἐνναίοντά με·</l><l n="473">ἀλλʼ ἐν παρέργῳ θοῦ με.  δυσχέρεια μέν,</l><l n="474">ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος·</l><l n="475">ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι</l><l n="476">τό τʼ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.</l><l n="477">σοὶ δʼ ἐκλιπόντι τοῦτʼ ὄνειδος οὐ καλόν,</l><l n="478">δράσαντι δʼ, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας,</l><l n="479">ἐὰν μόλω ʼγὼ ζῶν πρὸς Οὐταίαν χθόνα.</l><l n="480">ἴθʼ· ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς.</l><l n="481">τόλμησον.  ἐμβαλοῦ μʼ ὅπῃ θέλεις ἄγων,</l><l n="482">εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι</l><l n="483">ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.</l><l n="484">νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον,</l><l n="485">πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν</l><l n="486">ἀκράτωρ ὁ τλήμων, χωλός.  ἀλλὰ μή μʼ ἀφῇς</l><l n="487">ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου,</l><l n="488">ἀλλʼ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μʼ ἄγων</l><l n="489">ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά·</l><l n="490">κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος</l><l n="491">Τραχινίαν τε δειράδʼ ἠδʼ ἐς εὔροον</l><l n="492">Σπερχειὸν ἔσται· πατρί μʼ ὡς δείξῃς φίλῳ,</l><l n="493">ὃν δὴ παλαιὸν ἐξ ὅτου δέδοικʼ ἐγὼ</l><l n="494">μή μοι βεβήκῃ.  πολλὰ γὰρ τοῖς ἱγμένοις</l><l n="495">ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς,</l></sp></div></div></body></text></TEI>