ἔρημον ἐν κακοῖσι τοῖσδʼ οἵοις ὁρᾷς ὅσοισί τʼ ἐξήκουσας ἐνναίοντά με· ἀλλʼ ἐν παρέργῳ θοῦ με. δυσχέρεια μέν, ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος· ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι τό τʼ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές. σοὶ δʼ ἐκλιπόντι τοῦτʼ ὄνειδος οὐ καλόν, δράσαντι δʼ, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας, ἐὰν μόλω ʼγὼ ζῶν πρὸς Οὐταίαν χθόνα. ἴθʼ· ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς. τόλμησον. ἐμβαλοῦ μʼ ὅπῃ θέλεις ἄγων, εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν. νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον, πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν ἀκράτωρ ὁ τλήμων, χωλός. ἀλλὰ μή μʼ ἀφῇς ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου, ἀλλʼ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μʼ ἄγων ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά· κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος Τραχινίαν τε δειράδʼ ἠδʼ ἐς εὔροον Σπερχειὸν ἔσται· πατρί μʼ ὡς δείξῃς φίλῳ, ὃν δὴ παλαιὸν ἐξ ὅτου δέδοικʼ ἐγὼ μή μοι βεβήκῃ. πολλὰ γὰρ τοῖς ἱγμένοις ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς,