<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="447">ἀλλʼ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες,</l><l n="448">καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ</l><l n="449">χαίρουσʼ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ</l><l n="450">δίκαια καὶ τὰ χρήστʼ ἀποστέλλουσʼ ἀεί.</l><l n="451">ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δʼ αἰνεῖν, ὅταν</l><l n="452">τὰ θεῖʼ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="453">ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός,</l><l n="454">τὸ λοιπὸν ἤδη τηλόθεν τό τʼ Ἴλιον</l><l n="455">καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι·</l><l n="456">ὅπου δʼ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει</l><l n="457">κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ,</l><l n="458">τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·</l><l n="459">ἀλλʼ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι</l><l n="460">ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.</l><l n="461">νῦν δʼ εἶμι πρὸς ναῦν·  καὶ σύ, Ποίαντος τέκνον,</l><l n="462">χαῖρʼ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες</l><l n="463">νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις.</l><l n="464">ἡμεῖς δʼ ἴωμεν, ὡς ὁπηνίκʼ ἂν θεὸς</l><l n="465">πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθʼ ὁρμώμεθα.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="466" part="I">ἤδη, τέκνον, στέλλεσθε;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="466a" part="F">καιρὸς γὰρ καλεῖ</l><l n="467">πλοῦν μὴ ʼξ ἀπόπτου μᾶλλον ἢ ʼγγύθεν σκοπεῖν.</l></sp><milestone unit="card" n="468"/><sp><speaker>Φιλοκτήτης</speaker><l n="468">πρός νύν σε πατρὸς πρός τε μητρός, ὦ τέκνον,</l><l n="469">πρός τʼ εἴ τί σοι κατʼ οἶκόν ἐστι προσφιλές,</l><l n="470">ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μʼ οὕτω μόνον,</l></sp></div></div></body></text></TEI>