ἀλλʼ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες, καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ χαίρουσʼ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ δίκαια καὶ τὰ χρήστʼ ἀποστέλλουσʼ ἀεί. ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δʼ αἰνεῖν, ὅταν τὰ θεῖʼ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς; Νεοπτόλεμος ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός, τὸ λοιπὸν ἤδη τηλόθεν τό τʼ Ἴλιον καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι· ὅπου δʼ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ, τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ· ἀλλʼ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ. νῦν δʼ εἶμι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον, χαῖρʼ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις. ἡμεῖς δʼ ἴωμεν, ὡς ὁπηνίκʼ ἂν θεὸς πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθʼ ὁρμώμεθα. Φιλοκτήτης ἤδη, τέκνον, στέλλεσθε; Νεοπτόλεμος καιρὸς γὰρ καλεῖ πλοῦν μὴ ʼξ ἀπόπτου μᾶλλον ἢ ʼγγύθεν σκοπεῖν. Φιλοκτήτης πρός νύν σε πατρὸς πρός τε μητρός, ὦ τέκνον, πρός τʼ εἴ τί σοι κατʼ οἶκόν ἐστι προσφιλές, ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μʼ οὕτω μόνον,