ἥκιστʼ ἂν ἠθέλησʼ ὀλωλότοιν κλύειν. φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθʼ οἵδε μὲν τεθνᾶσʼ, Ὀδυσσεὺς δʼ ἔστιν αὖ κἀνταῦθʼ ἵνα χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν; Νεοπτόλεμος σοφὸς παλαιστὴς κεῖνος· ἀλλὰ χαἰ σοφαὶ γνῶμαι, Φιλοκτῆτʼ, ἐμποδίζονται θαμά. Φιλοκτήτης φέρʼ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα; Νεοπτόλεμος χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σʼ ἐν βραχεῖ τοῦτʼ ἐκδιδάξω· πόλεμος οὐδένʼ ἄνδρʼ ἑκὼν αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί. Φιλοκτήτης ξυμμαρτυρῶ σοι· καὶ κατʼ αὐτὸ τοῦτό γε ἀναξίου μὲν φωτὸς ἐξερήσομαι, γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ. Νεοπτόλεμος ποίου δὲ τούτου πλήν γʼ Ὀδυσσέως ἐρεῖς; Φιλοκτήτης οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν, ὃς οὐκ ἂν εἵλετʼ εἰσάπαξ εἰπεῖν, ὅπου μηδεὶς ἐῴη· τοῦτον οἶσθʼ εἰ ζῶν κυρεῖ; Νεοπτόλεμος οὐκ εἶδον αὐτόν, ᾐσθόμην δʼ ἔτʼ ὄντα νιν. Φιλοκτήτης ἔμελλʼ· ἐπεὶ οὐδέν πω κακόν γʼ ἀπώλετο, ἀλλʼ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες, καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ χαίρουσʼ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ δίκαια καὶ τὰ χρήστʼ ἀποστέλλουσʼ ἀεί. ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δʼ αἰνεῖν, ὅταν τὰ θεῖʼ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς; Νεοπτόλεμος ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός, τὸ λοιπὸν ἤδη τηλόθεν τό τʼ Ἴλιον καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι· ὅπου δʼ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει