<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="41">κἄστʼ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ</l><l n="42">κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;</l><l n="43">ἀλλʼ ἢ ʼπὶ φορβῆς νόστον ἐξελήλυθεν</l><l n="44">ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.</l><l n="45">τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν,</l><l n="46">μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν</l><l n="47">ἕλοιτό μʼ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="48">ἀλλʼ ἔρχεταί τε καὶ φυλάξεται στίβος.</l><l n="49">σὺ δʼ, εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.</l></sp><sp><speaker>Ὀδυσσεύς</speaker><l n="50">Ἀχιλλέως παῖ, δεῖ σʼ ἐφʼ οἷς ἐλήλυθας</l><l n="51">γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,</l><l n="52">ἀλλʼ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας</l><l n="53">κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει.</l></sp><milestone unit="card" n="54"/><sp><speaker>Νεοπτόλεμος</speaker><l n="54" part="I">τί δῆτʼ ἄνωγας;</l></sp><sp><speaker>Ὀδυσσεύς</speaker><l n="54a" part="F">τὴν Φιλοκτήτου σε δεῖ</l><l n="55">ψυχὴν ὅπως δόλοισιν  ἐκκλέψεις λέγων.</l><l n="56">ὅταν σʼ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει,</l><l n="57">λέγειν, Ἀχιλλέως παῖς· τόδʼ οὐχὶ κλεπτέον·</l><l n="58">πλεῖς δʼ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν</l><l n="59">στράτευμʼ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα,</l><l n="60">οἵ σʼ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν,</l><l n="61">μόνην ἔχοντες τήνδʼ ἅλωσιν Ἰλίου,</l><l n="62">οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων</l><l n="63">ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ,</l><l n="64">ἀλλʼ αὔτʼ Ὀδυσσεῖ παρέδοσαν· λέγων ὅσʼ ἂν</l></sp></div></div></body></text></TEI>