<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="363">οἱ δʼ εἶπον, οἴμοι, τλημονέστατον λόγον·</l><l n="364">ὦ σπέρμʼ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι</l><l n="365">πατρῷʼ ἑλέσθαι, τῶν δʼ ὅπλων κείνων ἀνὴρ</l><l n="366">ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.</l><l n="367">κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι</l><l n="368">ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω·</l><l n="369">ὦ σχέτλιʼ, ἦ ʼτολμήσατʼ ἀντʼ ἐμοῦ τινι</l><l n="370">δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ;</l><l n="371">ὁ δʼ εἶπʼ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ,</l><l n="372">ναί, παῖ, δεδώκασʼ ἐνδίκως οὗτοι τάδε·</l><l n="373">ἐγὼ γὰρ αὔτʼ ἔσωσα κἀκεῖνον παρών.</l><l n="374">κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς</l><l n="375">τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος,</l><l n="376">εἰ τἀμὰ κεῖνος ὅπλʼ ἀφαιρήσοιτό με.</l><l n="377">ὁ δʼ ἐνθάδʼ ἥκων, καίπερ οὐ δύσοργος ὤν,</l><l n="378">δηχθεὶς πρὸς ἁξήκουσεν ὧδʼ ἠμείψατο·</l><l n="379">οὐκ ἦσθʼ ἵνʼ ἡμεῖς, ἀλλʼ ἀπῆσθʼ ἵνʼ οὔ σʼ ἔδει·</l><l n="380">καὶ ταῦτʼ, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν,</l><l n="381">οὐ μήποτʼ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.</l><l n="382">τοιαῦτʼ ἀκούσας κἀξονειδισθεὶς κακὰ</l><l n="383">πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος</l><l n="384">πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως.</l><l n="385">κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει·</l><l n="386">πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουμένων</l><l n="387">στρατός τε σύμπας· οἱ δʼ ἀκοσμοῦντες βροτῶν</l><l n="388">διδασκάλων λόγοισι γίγνονται κακοί.</l><l n="389">λόγος λέλεκται πᾶς· ὁ δʼ Ἀτρείδας στυγῶν</l><l n="390">ἐμοί θʼ ὁμοίως καὶ θεοῖς εἴη φίλος.</l></sp></div><milestone unit="card" n="391"/><div type="textpart" subtype="choral"><div type="textpart" subtype="strophe" n="1"><sp><speaker>Χορός</speaker><l n="391">ὀρεστέρα παμβῶτι Γᾶ, μᾶτερ αὐτοῦ Διός,</l><l n="392">ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις,</l></sp></div></div></div></body></text></TEI>