<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="343">ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα</l><l n="344">δῖός τʼ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός,</l><l n="345">λέγοντες, εἴτʼ ἀληθὲς εἴτʼ ἄρʼ οὖν μάτην,</l><l n="346">ὡς οὐ θέμις γίγνοιτʼ, ἐπεὶ κατέφθιτο</l><l n="347">πατὴρ ἐμός, τὰ πέργαμʼ ἄλλον ἤ μʼ ἑλεῖν.</l><l n="348">ταῦτʼ, ὦ ξένʼ, οὕτως ἐννέποντες οὐ πολὺν</l><l n="349">χρόνον μʼ ἐπέσχον μή με ναυστολεῖν ταχύ,</l><l n="350">μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ,</l><l n="351">ὅπως ἴδοιμʼ ἄθαπτον· οὐ γὰρ εἰδόμην·</l><l n="352">ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν,</l><l n="353">εἰ τἀπὶ Τροίᾳ πέργαμʼ αἱρήσοιμʼ ἰών.</l><l n="354">ἦν δʼ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,</l><l n="355">κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ</l><l n="356">κατηγόμην· καί μʼ εὐθὺς ἐν κύκλῳ στρατὸς</l><l n="357">ἐκβάντα πᾶς ἠσπάζετʼ, ὀμνύντες βλέπειν</l><l n="358">τὸν οὐκέτʼ ὄντα ζῶντʼ Ἀχιλλέα πάλιν.</l><l n="359">κεῖνος μὲν οὖν ἔκειτʼ· ἐγὼ δʼ ὁ δύσμορος</l><l n="360">ἐπεὶ ʼδάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ</l><l n="361">ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν,</l><l n="362">τά θʼ ὅπλʼ ἀπῄτουν τοῦ πατρὸς τά τʼ ἄλλʼ ὅσʼ ἦν.</l><l n="363">οἱ δʼ εἶπον, οἴμοι, τλημονέστατον λόγον·</l><l n="364">ὦ σπέρμʼ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι</l><l n="365">πατρῷʼ ἑλέσθαι, τῶν δʼ ὅπλων κείνων ἀνὴρ</l><l n="366">ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.</l><l n="367">κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι</l></sp></div></div></body></text></TEI>