πρῶτον τόδʼ, ἦ τέθνηχʼ ὁ Πηλέως γόνος; Νεοπτόλεμος τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο, τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς. Φιλοκτήτης ἀλλʼ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών· ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν πάθημʼ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω. Νεοπτόλεμος οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σʼ, ὦ τάλας, ἀλγήμαθʼ, ὥστε μὴ τὰ τῶν πέλας στένειν. Φιλοκτήτης ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον αὖθις πάλιν μοι πρᾶγμʼ, ὅτῳ σʼ ἐνύβρισαν. Νεοπτόλεμος ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα δῖός τʼ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός, λέγοντες, εἴτʼ ἀληθὲς εἴτʼ ἄρʼ οὖν μάτην, ὡς οὐ θέμις γίγνοιτʼ, ἐπεὶ κατέφθιτο πατὴρ ἐμός, τὰ πέργαμʼ ἄλλον ἤ μʼ ἑλεῖν. ταῦτʼ, ὦ ξένʼ, οὕτως ἐννέποντες οὐ πολὺν χρόνον μʼ ἐπέσχον μή με ναυστολεῖν ταχύ, μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ, ὅπως ἴδοιμʼ ἄθαπτον· οὐ γὰρ εἰδόμην· ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν, εἰ τἀπὶ Τροίᾳ πέργαμʼ αἱρήσοιμʼ ἰών. ἦν δʼ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι, κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ κατηγόμην· καί μʼ εὐθὺς ἐν κύκλῳ στρατὸς ἐκβάντα πᾶς ἠσπάζετʼ, ὀμνύντες βλέπειν τὸν οὐκέτʼ ὄντα ζῶντʼ Ἀχιλλέα πάλιν. κεῖνος μὲν οὖν ἔκειτʼ· ἐγὼ δʼ ὁ δύσμορος ἐπεὶ ʼδάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν, τά θʼ ὅπλʼ ἀπῄτουν τοῦ πατρὸς τά τʼ ἄλλʼ ὅσʼ ἦν.