<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="318">ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="319">ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις,</l><l n="320">ὡς εἴσʼ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν</l><l n="321">ἀνδρῶν Ἀτρειδῶν τῆς τʼ Ὀδυσσέως βίας.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="322">ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις</l><l n="323">ἔγκλημʼ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="324">θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,</l><l n="325">ἵνʼ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θʼ ὅτι</l><l n="326">χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="327">εὖ γʼ, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν</l><l n="328">χόλον κατʼ αὐτῶν ἐγκαλῶν ἐλήλυθας;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="329">ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δʼ ἐρῶ,</l><l n="330">ἅγωγʼ ὑπʼ αὐτῶν ἐξελωβήθην μολών.</l><l n="331">ἐπεὶ γὰρ ἔσχε μοῖρʼ Ἀχιλλέα θανεῖν,</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="332">οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω</l><l n="333">πρῶτον τόδʼ, ἦ τέθνηχʼ ὁ Πηλέως γόνος;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="334">τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο,</l><l n="335">τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="336">ἀλλʼ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών·</l><l n="337">ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν</l><l n="338">πάθημʼ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="339">οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σʼ, ὦ τάλας,</l><l n="340">ἀλγήμαθʼ, ὥστε μὴ τὰ τῶν πέλας στένειν.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="341">ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον</l><l n="342">αὖθις πάλιν μοι πρᾶγμʼ, ὅτῳ σʼ ἐνύβρισαν.</l></sp></div></div></body></text></TEI>