ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον. Νεοπτόλεμος ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις, ὡς εἴσʼ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν ἀνδρῶν Ἀτρειδῶν τῆς τʼ Ὀδυσσέως βίας. Φιλοκτήτης ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις ἔγκλημʼ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών; Νεοπτόλεμος θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε, ἵνʼ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θʼ ὅτι χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ. Φιλοκτήτης εὖ γʼ, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν χόλον κατʼ αὐτῶν ἐγκαλῶν ἐλήλυθας; Νεοπτόλεμος ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δʼ ἐρῶ, ἅγωγʼ ὑπʼ αὐτῶν ἐξελωβήθην μολών. ἐπεὶ γὰρ ἔσχε μοῖρʼ Ἀχιλλέα θανεῖν, Φιλοκτήτης οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω πρῶτον τόδʼ, ἦ τέθνηχʼ ὁ Πηλέως γόνος; Νεοπτόλεμος τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο, τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς. Φιλοκτήτης ἀλλʼ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών· ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν πάθημʼ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω. Νεοπτόλεμος οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σʼ, ὦ τάλας, ἀλγήμαθʼ, ὥστε μὴ τὰ τῶν πέλας στένειν. Φιλοκτήτης ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον αὖθις πάλιν μοι πρᾶγμʼ, ὅτῳ σʼ ἐνύβρισαν.