ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα. Ὀδυσσεύς οὐδʼ ἔνδον οἰκοποιός ἐστί τις τροφή; Νεοπτόλεμος στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ. Ὀδυσσεύς τὰ δʼ ἄλλʼ ἔρημα, κοὐδέν ἐσθʼ ὑπόστεγον; Νεοπτόλεμος αὐτόξυλόν γʼ ἔκπωμα, φλαυρουργοῦ τινος τεχνήματʼ ἀνδρός, καὶ πυρεῖʼ ὁμοῦ τάδε. Ὀδυσσεύς κείνου τὸ θησαύρισμα σημαίνεις τόδε. Νεοπτόλεμος ἰοὺ ἰού· καὶ ταῦτά γʼ ἄλλα θάλπεται ῥάκη, βαρείας του νοσηλείας πλέα. Ὀδυσσεύς ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς, κἄστʼ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν; ἀλλʼ ἢ ʼπὶ φορβῆς νόστον ἐξελήλυθεν ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που. τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν,