<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="293">καί που πάγου χυθέντος, οἷα χείματι,</l><l n="294">ξύλον τι θραῦσαι, ταῦτʼ ἂν ἐξέρπων τάλας</l><l n="295">ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν,</l><l n="296">ἀλλʼ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις</l><l n="297">ἔφηνʼ ἄφαντον φῶς, ὃ καὶ σῴζει μʼ ἀεί.</l><l n="298">οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα</l><l n="299">πάντʼ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.</l><l n="300">φέρʼ, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.</l><l n="301">ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών·</l><l n="302">οὐ γάρ τις ὅρμος ἔστιν οὐδʼ ὅποι πλέων</l><l n="303">ἐξεμπολήσει κέρδος ἢ ξενώσεται.</l><l n="304">οὐκ ἐνθάδʼ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.</l><l n="305">τάχʼ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε</l><l n="306">ἐν τῷ μακρῷ γένοιτʼ ἂν ἀνθρώπων χρόνῳ·</l><l n="307">οὗτοί μʼ, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις</l><l n="308">ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος</l><l n="309">προσέδοσαν οἰκτίραντες ἤ τινα στολήν·</l><l n="310">ἐκεῖνο δʼ οὐδείς, ἡνίκʼ ἂν μνησθῶ, θέλει,</l><l n="311">σῶσαί μʼ ἐς οἴκους, ἀλλʼ ἀπόλλυμαι τάλας</l><l n="312">ἔτος τόδʼ ἤδη δέκατον ἐν λιμῷ τε καὶ</l><l n="313">κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.</l><l n="314">τοιαῦτʼ Ἀτρεῖδαί μʼ ἥ τʼ Ὀδυσσέως βία,</l><l n="315">ὦ παῖ, δεδράκασʼ, οἷʼ Ὀλύμπιοι θεοὶ</l><l n="316">δοῖέν ποτʼ αὐτοῖς ἀντίποινʼ ἐμοῦ παθεῖν.</l></sp><milestone unit="card" n="317"/><sp><speaker>Χορός</speaker><l n="317">ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα</l></sp></div></div></body></text></TEI>