καί που πάγου χυθέντος, οἷα χείματι, ξύλον τι θραῦσαι, ταῦτʼ ἂν ἐξέρπων τάλας ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν, ἀλλʼ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις ἔφηνʼ ἄφαντον φῶς, ὃ καὶ σῴζει μʼ ἀεί. οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα πάντʼ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ. φέρʼ, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς. ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών· οὐ γάρ τις ὅρμος ἔστιν οὐδʼ ὅποι πλέων ἐξεμπολήσει κέρδος ἢ ξενώσεται. οὐκ ἐνθάδʼ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν. τάχʼ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε ἐν τῷ μακρῷ γένοιτʼ ἂν ἀνθρώπων χρόνῳ· οὗτοί μʼ, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος προσέδοσαν οἰκτίραντες ἤ τινα στολήν· ἐκεῖνο δʼ οὐδείς, ἡνίκʼ ἂν μνησθῶ, θέλει, σῶσαί μʼ ἐς οἴκους, ἀλλʼ ἀπόλλυμαι τάλας ἔτος τόδʼ ἤδη δέκατον ἐν λιμῷ τε καὶ κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον. τοιαῦτʼ Ἀτρεῖδαί μʼ ἥ τʼ Ὀδυσσέως βία, ὦ παῖ, δεδράκασʼ, οἷʼ Ὀλύμπιοι θεοὶ δοῖέν ποτʼ αὐτοῖς ἀντίποινʼ ἐμοῦ παθεῖν. Χορός ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα