<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="268">ξὺν ᾗ μʼ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε</l><l n="269">ᾤχοντʼ ἔρημον, ἡνίκʼ ἐκ τῆς ποντίας</l><l n="270">Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.</l><l n="271">τότʼ ἄσμενοί μʼ ὡς εἶδον ἐκ πολλοῦ σάλου</l><l n="272">εὕδοντʼ ἐπʼ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,</l><l n="273">λιπόντες ᾤχονθʼ, οἷα φωτὶ δυσμόρῳ</l><l n="274">ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς</l><l n="275">ἐπωφέλημα σμικρόν, οἷʼ αὐτοῖς τύχοι.</l><l n="276">σὺ δή, τέκνον, ποίαν μʼ ἀνάστασιν δοκεῖς</l><l n="277">αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;</l><l n="278">ποῖʼ ἐκδακρῦσαι, ποῖʼ ἀποιμῶξαι κακά;</l><l n="279">ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν,</l><l n="280">πάσας βεβώσας, ἄνδρα δʼ οὐδένʼ ἔντοπον,</l><l n="281">οὐχ ὅστις ἀρκέσειεν οὐδʼ ὅστις νόσου</l><l n="282">κάμνοντι συλλάβοιτο· πάντα δὲ σκοπῶν</l><l n="283">ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,</l><l n="284">τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.</l></sp><milestone unit="card" n="285"/><sp><speaker>Φιλοκτήτης</speaker><l n="285">ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι,</l><l n="286">κἄδει τι βαιᾷ τῇδʼ ὑπὸ στέγῃ μόνον</l><l n="287">διακονεῖσθαι.  γαστρὶ μὲν τὰ σύμφορα</l><l n="288">τόξον τόδʼ ἐξηύρισκε, τὰς ὑποπτέρους</l><l n="289">βάλλον πελείας· πρὸς δὲ τοῦθʼ, ὅ μοι βάλοι</l><l n="290">νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας</l><l n="291">εἰλυόμην, δύστηνον ἐξέλκων πόδα,</l><l n="292">πρὸς τοῦτʼ ἄν·  εἴ τʼ ἔδει τι καὶ ποτὸν λαβεῖν,</l></sp></div></div></body></text></TEI>