ὦ τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνι στόλῳ προσέσχες τήνδε γῆν πόθεν πλέων; Νεοπτόλεμος ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ. Φιλοκτήτης πῶς εἶπας; οὐ γὰρ δὴ σύ γʼ ἦσθα ναυβάτης ἡμῖν κατʼ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου. Νεοπτόλεμος ἦ γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου; Φιλοκτήτης ὦ τέκνον, οὐ γὰρ οἶσθά μʼ ὅντινʼ εἰσορᾷς; Νεοπτόλεμος πῶς γὰρ κάτοιδʼ ὅν γʼ εἶδον οὐδεπώποτε; Φιλοκτήτης οὐδʼ ὄνομʼ ἄρʼ οὐδὲ τῶν ἐμῶν κακῶν κλέος ᾔσθου ποτʼ οὐδέν, οἷς ἐγὼ διωλλύμην; Νεοπτόλεμος ὡς μηδὲν εἰδότʼ ἴσθι μʼ ὧν ἀνιστορεῖς. Φιλοκτήτης ὦ πόλλʼ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς, οὗ μηδὲ κληδὼν ὧδʼ ἔχοντος οἴκαδε μηδʼ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που. ἀλλʼ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ γελῶσι σῖγʼ ἔχοντες, ἡ δʼ ἐμὴ νόσος ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται. ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως, ὅδʼ εἴμʼ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων, ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ ἔρριψαν αἰσχρῶς ὧδʼ ἔρημον, ἀγρίᾳ νόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρου πληγέντʼ ἐχίδνης ἀγρίῳ χαράγματι· ξὺν ᾗ μʼ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε ᾤχοντʼ ἔρημον, ἡνίκʼ ἐκ τῆς ποντίας Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ. τότʼ ἄσμενοί μʼ ὡς εἶδον ἐκ πολλοῦ σάλου εὕδοντʼ ἐπʼ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,