φροντίδας νέας. ὡς οὐκ ἔξεδρος, ἀλλʼ ἔντοπος ἁνήρ, οὐ μολπὰν σύριγγος ἔχων, ὡς ποιμὴν ἀγροβότας, ἀλλʼ ἤ που πταίων ὑπʼ ἀνάγκας βοᾷ τηλωπὸν ἰωάν, ἢ ναὸς ἄξενον αὐγάζων ὅρμον· προβοᾷ τι γὰρ δεινόν. Φιλοκτήτης ἰὼ ξένοι, τίνες ποτʼ ἐς γῆν τήνδε κἀκ ποίας πάτρας κατέσχετʼ οὔτʼ εὔορμον οὔτʼ οἰκουμένην; ποίας ἂν ὑμᾶς πατρίδος ἢ γένους ποτὲ τύχοιμʼ ἂν εἰπών; σχῆμα μὲν γὰρ Ἑλλάδος στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί· φωνῆς δʼ ἀκοῦσαι βούλομαι· καὶ μή μʼ ὄκνῳ δείσαντες ἐκπλαγῆτʼ ἀπηγριωμένον, ἀλλʼ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον, ἔρημον ὧδε κἄφιλον κακούμενον, φωνήσατʼ, εἴπερ ὡς φίλοι προσήκετε. ἀλλʼ ἀνταμείψασθʼ· οὐ γὰρ εἰκὸς οὔτʼ ἐμὲ ὑμῶν ἁμαρτεῖν τοῦτό γʼ οὔθʼ ὑμᾶς ἐμοῦ. Νεοπτόλεμος ἀλλʼ, ὦ ξένʼ, ἴσθι τοῦτο πρῶτον, οὕνεκα Ἕλληνές ἐσμεν· τοῦτο γὰρ βούλει μαθεῖν. Φιλοκτήτης ὦ φίλτατον φώνημα· φεῦ τὸ καὶ λαβεῖν πρόσφθεγμα τοιοῦδʼ ἀνδρὸς ἐν χρόνῳ μακρῷ. τίς σʼ, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος; γέγωνέ μοι πᾶν τοῦθʼ, ὅπως εἰδῶ τίς εἶ. Νεοπτόλεμος ἐγὼ γένος μέν εἰμι τῆς περιρρύτου Σκύρου· πλέω δʼ ἐς οἶκον· αὐδῶμαι δὲ παῖς Ἀχιλλέως, Νεοπτόλεμος. οἶσθα δὴ τὸ πᾶν. Φιλοκτήτης ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός,