θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ, καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸν τῆς ὠμόφρονος Χρύσης ἐπέβη, καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων, οὐκ ἔσθʼ ὡς οὐ θεῶν του μελέτῃ τοῦ μὴ πρότερον τόνδʼ ἐπὶ Τροίᾳ τεῖναι τὰ θεῶν ἀμάχητα βέλη, πρὶν ὅδʼ ἐξήκοι χρόνος, ᾧ λέγεται χρῆναί σφʼ ὑπὸ τῶνδε δαμῆναι. Χορός εὔστομʼ ἔχε, παῖ. Νεοπτόλεμος τί τόδε; Χορός προυφάνη κτύπος, φωτὸς σύντροφος ὡς τειρομένου του, ἤ που τῇδʼ ἢ τῇδε τόπων. βάλλει βάλλει μʼ ἐτύμα φθογγά του στίβον κατʼ ἀνάγκαν ἕρποντος, οὐδέ με λάθει βαρεῖα τηλόθεν αὐδὰ τρυσάνωρ· διάσημα γὰρ θρηνεῖ. Χορός ἀλλʼ ἔχε, τέκνον, Νεοπτόλεμος λέγʼ ὅ τι. Χορός φροντίδας νέας. ὡς οὐκ ἔξεδρος, ἀλλʼ ἔντοπος ἁνήρ, οὐ μολπὰν σύριγγος ἔχων, ὡς ποιμὴν ἀγροβότας, ἀλλʼ ἤ που πταίων ὑπʼ ἀνάγκας βοᾷ τηλωπὸν ἰωάν,