οἴκων οὐδενὸς ὕστερος, πάντων ἄμμορος ἐν βίῳ κεῖται μοῦνος ἀπʼ ἄλλων, στικτῶν ἢ λασίων μετὰ θηρῶν, ἔν τʼ ὀδύναις ὁμοῦ λιμῷ τʼ οἰκτρός, ἀνήκεστα μεριμνήματʼ ἔχων· ὀρεί- α δʼ ἀθυρόστομος Ἀχὼ τηλεφανὴς πικραῖς οἰμωγαῖς ὑπακούει. Νεοπτόλεμος οὐδὲν τούτων θαυμαστὸν ἐμοί· θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ, καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸν τῆς ὠμόφρονος Χρύσης ἐπέβη, καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων, οὐκ ἔσθʼ ὡς οὐ θεῶν του μελέτῃ τοῦ μὴ πρότερον τόνδʼ ἐπὶ Τροίᾳ τεῖναι τὰ θεῶν ἀμάχητα βέλη, πρὶν ὅδʼ ἐξήκοι χρόνος, ᾧ λέγεται χρῆναί σφʼ ὑπὸ τῶνδε δαμῆναι. Χορός εὔστομʼ ἔχε, παῖ. Νεοπτόλεμος τί τόδε; Χορός προυφάνη κτύπος, φωτὸς σύντροφος ὡς τειρομένου του, ἤ που τῇδʼ ἢ τῇδε τόπων. βάλλει βάλλει μʼ ἐτύμα φθογγά του στίβον κατʼ ἀνάγκαν ἕρποντος, οὐδέ με λάθει βαρεῖα τηλόθεν αὐδὰ τρυσάνωρ· διάσημα γὰρ θρηνεῖ. Χορός ἀλλʼ ἔχε, τέκνον, Νεοπτόλεμος λέγʼ ὅ τι.