λόγος ἐστὶ φύσιν, θηροβολοῦντα πτηνοῖς ἰοῖς στυγερὸν στυγερῶς, οὐδέ τινʼ αὐτῷ παιῶνα κακῶν ἐπινωμᾶν. Χορός οἰκτίρω νιν ἔγωγʼ, ὅπως, μή του κηδομένου βροτῶν μηδὲ ξύντροφον ὄμμʼ ἔχων, δύστανος, μόνος ἀεί, νοσεῖ μὲν νόσον ἀγρίαν, ἀλύει δʼ ἐπὶ παντί τῳ χρείας ἱσταμένῳ. πῶς ποτε πῶς δύσμορος ἀντέχει; ὦ παλάμαι θεῶν, ὦ δύστανα γένη βροτῶν, οἷς μὴ μέτριος αἰών. Χορός οὗτος πρωτογόνων ἴσως οἴκων οὐδενὸς ὕστερος, πάντων ἄμμορος ἐν βίῳ κεῖται μοῦνος ἀπʼ ἄλλων, στικτῶν ἢ λασίων μετὰ θηρῶν, ἔν τʼ ὀδύναις ὁμοῦ λιμῷ τʼ οἰκτρός, ἀνήκεστα μεριμνήματʼ ἔχων· ὀρεί- α δʼ ἀθυρόστομος Ἀχὼ τηλεφανὴς πικραῖς οἰμωγαῖς ὑπακούει. Νεοπτόλεμος οὐδὲν τούτων θαυμαστὸν ἐμοί·