σκοπεῖν θʼ ὅπου ʼστʼ ἐνταῦθα δίστομος πέτρα τοιάδʼ, ἵνʼ ἐν ψύχει μὲν ἡλίου διπλῆ πάρεστιν ἐνθάκησις, ἐν θέρει δʼ ὕπνον διʼ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή· βαιὸν δʼ ἔνερθεν ἐξ ἀριστερᾶς τάχʼ ἂν ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν. ἅ μοι προσελθὼν σῖγα σήμαινʼ εἴτʼ ἐκεῖ χῶρον τὸν αὐτὸν τόνδʼ ἔτʼ εἴτʼ ἄλλῃ κυρεῖ, ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς, ἐγὼ δὲ φράζω, κοινὰ δʼ ἐξ ἀμφοῖν ἴῃ. Νεοπτόλεμος ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις· δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν. Ὀδυσσεύς ἄνωθεν ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ. Νεοπτόλεμος τόδʼ ἐξύπερθε· καὶ στίβου γʼ οὐδεὶς κτύπος. Ὀδυσσεύς ὅρα καθʼ ὕπνον μὴ καταυλισθεὶς κυρεῖ.