μέλον πάλαι μέλημά μοι λέγεις, ἄναξ, φρουρεῖν ὄμμʼ ἐπὶ σῷ μάλιστα καιρῷ· νῦν δέ μοι λέγʼ, αὐλὰς ποίας ἔνεδρος ναίει καὶ χῶρον τίνʼ ἔχει. τὸ γάρ μοι μαθεῖν οὐκ ἀποκαίριον, μὴ προσπεσών με λάθῃ ποθέν· τίς τόπος ἢ τίς ἕδρα; τίνʼ ἔχει στίβον, ἔναυλον ἢ θυραῖον; Νεοπτόλεμος οἶκον μὲν ὁρᾷς τόνδʼ ἀμφίθυρον πετρίνης κοίτης. Χορός ποῦ γὰρ ὁ τλήμων αὐτὸς ἄπεστιν; Νεοπτόλεμος δῆλον ἔμοιγʼ ὡς φορβῆς χρείᾳ στίβον ὀγμεύει τῇδε πέλας που. ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸν λόγος ἐστὶ φύσιν, θηροβολοῦντα πτηνοῖς ἰοῖς στυγερὸν στυγερῶς, οὐδέ τινʼ αὐτῷ παιῶνα κακῶν ἐπινωμᾶν. Χορός οἰκτίρω νιν ἔγωγʼ, ὅπως, μή του κηδομένου βροτῶν μηδὲ ξύντροφον ὄμμʼ ἔχων, δύστανος, μόνος ἀεί, νοσεῖ μὲν νόσον ἀγρίαν, ἀλύει δʼ ἐπὶ παντί τῳ χρείας ἱσταμένῳ. πῶς ποτε πῶς δύσμορος ἀντέχει; ὦ παλάμαι θεῶν, ὦ δύστανα γένη βροτῶν, οἷς μὴ μέτριος αἰών. Χορός οὗτος πρωτογόνων ἴσως