σὺ δʼ ἐμῶν μύθων ἐπάκουσον. καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας, ὅσους πονήσας καὶ διεξελθὼν πόνους ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθʼ ὁρᾶν. καὶ σοί, σάφʼ ἴσθι, τοῦτʼ ὀφείλεται παθεῖν, ἐκ τῶν πόνων τῶνδʼ εὐκλεᾶ θέσθαι βίον. ἐλθὼν δὲ σὺν τῷδʼ ἀνδρὶ πρὸς τὸ Τρωικὸν πόλισμα, πρῶτον μὲν νόσου παύσει λυγρᾶς, ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος, Πάριν μέν, ὃς τῶνδʼ αἴτιος κακῶν ἔφυ, τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου, πέρσεις τε Τροίαν, σκῦλά τʼ εἰς μέλαθρα σὰ πέμψεις, ἀριστεῖʼ ἐκλαβὼν στρατεύματος, Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα. ἃ δʼ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ, τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν κόμιζε. καὶ σοὶ ταῦτʼ, Ἀχιλλέως τέκνον, παρῄνεσʼ· οὔτε γὰρ σὺ τοῦδʼ ἄτερ σθένεις ἑλεῖν τὸ Τροίας πεδίον οὔθʼ οὗτος σέθεν. ἀλλʼ ὡς λέοντε συννόμω φυλάσσετον οὗτος σὲ καὶ σὺ τόνδʼ· ἐγὼ δʼ Ἀσκληπιὸν παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον. τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν τόξοις ἁλῶναι. τοῦτο δʼ ἐννοεῖθʼ, ὅταν πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς· ὡς τἄλλα πάντα δεύτερʼ ἡγεῖται πατὴρ Ζεύς· οὐ γὰρ εὐσέβεια συνθνῄσκει βροτοῖς· κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται. Φιλοκτήτης ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας χρόνιός τε φανείς,