ὦ γενναῖον εἰρηκὼς ἔπος. Νεοπτόλεμος ἀντέρειδε νῦν βάσιν σήν. Φιλοκτήτης εἰς ὅσον γʼ ἐγὼ σθένω. Νεοπτόλεμος αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι; Φιλοκτήτης μὴ φροντίσῃς. Νεοπτόλεμος τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν; Φιλοκτήτης ἐγὼ παρὼν Νεοπτόλεμος τίνα προσωφέλησιν ἔρξεις; Φιλοκτήτης βέλεσι τοῖς Ἡρακλέους Νεοπτόλεμος πῶς λέγεις; Φιλοκτήτης εἴρξω πελάζειν. Νεοπτόλεμος στεῖχε προσκύσας χθόνα. Ἡρακλῆς μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων ἀίῃς μύθων, παῖ Ποίαντος· φάσκειν δʼ αὐδὴν τὴν Ἡρακλέους ἀκοῇ τε κλύειν λεύσσειν τʼ ὄψιν. τὴν σὴν δʼ ἥκω χάριν οὐρανίας ἕδρας προλιπών, τὰ Διός τε φράσων βουλεύματά σοι κατερητύσων θʼ ὁδὸν ἣν στέλλει· σὺ δʼ ἐμῶν μύθων ἐπάκουσον. καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας, ὅσους πονήσας καὶ διεξελθὼν πόνους ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθʼ ὁρᾶν. καὶ σοί, σάφʼ ἴσθι, τοῦτʼ ὀφείλεται παθεῖν,