Διὸς σκῆπτρον ἀνάσσεται. σὲ δʼ, ὦ τέκνον, τόδʼ ἐλήλυθεν πᾶν κράτος ὠγύγιον· τό μοι ἔννεπε τί σοι χρεὼν ὑπουργεῖν. Νεοπτόλεμος νῦν μέν, ἴσως γὰρ τόπον ἐσχατιαῖς προσιδεῖν ἐθέλεις ὅντινα κεῖται, δέρκου θαρσῶν· ὁπόταν δὲ μόλῃ δεινὸς ὁδίτης, τῶνδʼ οὑκ μελάθρων πρὸς ἐμὴν αἰεὶ χεῖρα προχωρῶν πειρῶ τὸ παρὸν θεραπεύειν. Χορός μέλον πάλαι μέλημά μοι λέγεις, ἄναξ, φρουρεῖν ὄμμʼ ἐπὶ σῷ μάλιστα καιρῷ· νῦν δέ μοι λέγʼ, αὐλὰς ποίας ἔνεδρος ναίει καὶ χῶρον τίνʼ ἔχει. τὸ γάρ μοι μαθεῖν οὐκ ἀποκαίριον, μὴ προσπεσών με λάθῃ ποθέν· τίς τόπος ἢ τίς ἕδρα; τίνʼ ἔχει στίβον, ἔναυλον ἢ θυραῖον; Νεοπτόλεμος οἶκον μὲν ὁρᾷς τόνδʼ ἀμφίθυρον πετρίνης κοίτης. Χορός ποῦ γὰρ ὁ τλήμων αὐτὸς ἄπεστιν; Νεοπτόλεμος δῆλον ἔμοιγʼ ὡς φορβῆς χρείᾳ στίβον ὀγμεύει τῇδε πέλας που. ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸν