πρὸς τοὺς μὲν οὖν σε τήνδε τʼ ἔμπυον βάσιν παύσοντας ἄλγους κἀποσώσοντας νόσου. Φιλοκτήτης ὦ δεινὸν αἶνον αἰνέσας, τί φής ποτε; Νεοπτόλεμος ἃ σοί τε κἀμοὶ λῷσθʼ ὁρῶ τελούμενα. Φιλοκτήτης καὶ ταῦτα λέξας οὐ καταισχύνει θεούς; Νεοπτόλεμος πῶς γάρ τις αἰσχύνοιτʼ ἂν ὠφελῶν φίλους· Φιλοκτήτης λέγεις δʼ Ἀτρείδαις ὄφελος ἢ ʼπʼ ἐμοὶ τόδε; Νεοπτόλεμος σοί που, φίλος γʼ ὤν, χὠ λόγος τοιόσδε μου. Φιλοκτήτης πῶς, ὅς γε τοῖς ἐχθροῖσί μʼ ἐκδοῦναι θέλεις; Νεοπτόλεμος ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς. Φιλοκτήτης ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις. Νεοπτόλεμος οὔκουν ἔγωγε· φημὶ δʼ οὔ σε μανθάνειν. Φιλοκτήτης ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με; Νεοπτόλεμος ἀλλʼ ἐκβαλόντες εἰ πάλιν σώσουσʼ ὅρα. Φιλοκτήτης οὐδέποθʼ ἑκόντα γʼ ὥστε τὴν Τροίαν ἰδεῖν. Νεοπτόλεμος τί δῆτʼ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γʼ ἐν λόγοις πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω; ὡς ῥᾷστʼ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας. Φιλοκτήτης ἔα με πάσχειν ταῦθʼ ἅπερ παθεῖν με δεῖ· ἃ δʼ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών, πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον, καὶ μὴ βράδυνε μηδʼ ἐπιμνησθῇς ἔτι Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις. Νεοπτόλεμος εἰ δοκεῖ, στείχωμεν.