χρῆν γάρ σε μήτʼ αὐτόν ποτʼ ἐς Τροίαν μολεῖν ἡμᾶς τʼ ἀπείργειν, οἵ γέ σου καθύβρισαν, πατρὸς γέρας συλῶντες, εἶτα τοῖσδε σὺ εἶ ξυμμαχήσων, κἄμʼ ἀναγκάζεις τόδε; μὴ δῆτα, τέκνον· ἀλλʼ ἅ μοι ξυνώμοσας, πέμψον πρὸς οἴκους· καὐτὸς ἐν Σκύρῳ μένων ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς. χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσει χάριν, διπλῆν δὲ πατρός, κοὐ κακοὺς ἐπωφελῶν δόξεις ὁμοῖος τοῖς κακοῖς πεφυκέναι. Νεοπτόλεμος λέγεις μὲν εἰκότʼ, ἀλλʼ ὅμως σε βούλομαι θεοῖς τε πιστεύσαντα τοῖς τʼ ἐμοῖς λόγοις φίλου μετʼ ἀνδρὸς τοῦδε τῆσδʼ ἐκπλεῖν χθονός. Φιλοκτήτης ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί; Νεοπτόλεμος πρὸς τοὺς μὲν οὖν σε τήνδε τʼ ἔμπυον βάσιν παύσοντας ἄλγους κἀποσώσοντας νόσου. Φιλοκτήτης ὦ δεινὸν αἶνον αἰνέσας, τί φής ποτε; Νεοπτόλεμος ἃ σοί τε κἀμοὶ λῷσθʼ ὁρῶ τελούμενα. Φιλοκτήτης καὶ ταῦτα λέξας οὐ καταισχύνει θεούς; Νεοπτόλεμος πῶς γάρ τις αἰσχύνοιτʼ ἂν ὠφελῶν φίλους· Φιλοκτήτης λέγεις δʼ Ἀτρείδαις ὄφελος ἢ ʼπʼ ἐμοὶ τόδε; Νεοπτόλεμος σοί που, φίλος γʼ ὤν, χὠ λόγος τοιόσδε μου. Φιλοκτήτης πῶς, ὅς γε τοῖς ἐχθροῖσί μʼ ἐκδοῦναι θέλεις; Νεοπτόλεμος ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς. Φιλοκτήτης ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις. Νεοπτόλεμος οὔκουν ἔγωγε· φημὶ δʼ οὔ σε μανθάνειν. Φιλοκτήτης ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με; Νεοπτόλεμος ἀλλʼ ἐκβαλόντες εἰ πάλιν σώσουσʼ ὅρα. Φιλοκτήτης οὐδέποθʼ ἑκόντα γʼ ὥστε τὴν Τροίαν ἰδεῖν.