<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1353">εἰς φῶς τάδʼ ἔρξας εἶμι; τῷ προσήγορος;</l><l n="1354">πῶς, ὦ τὰ πάντʼ ἰδόντες ἀμφʼ ἐμοὶ κύκλοι,</l><l n="1355">ταῦτʼ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως</l><l n="1356">ἐμὲ ξυνόντα παισίν, οἵ μʼ ἀπώλεσαν;</l><l n="1357">πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;</l><l n="1358">οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει,</l><l n="1359">ἀλλʼ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι</l><l n="1360">δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶν</l><l n="1361">μήτηρ γένηται, τἄλλα παιδεύει κακούς.</l><l n="1362">καὶ σοῦ δʼ ἔγωγε θαυμάσας ἔχω τόδε.</l><l n="1363">χρῆν γάρ σε μήτʼ αὐτόν ποτʼ ἐς Τροίαν μολεῖν</l><l n="1364">ἡμᾶς τʼ ἀπείργειν, οἵ γέ σου καθύβρισαν,</l><l n="1365">πατρὸς γέρας συλῶντες, εἶτα τοῖσδε σὺ</l><l n="1366">εἶ ξυμμαχήσων, κἄμʼ ἀναγκάζεις τόδε;</l><l n="1367">μὴ δῆτα, τέκνον· ἀλλʼ ἅ μοι ξυνώμοσας,</l><l n="1368">πέμψον πρὸς οἴκους·  καὐτὸς ἐν Σκύρῳ μένων</l><l n="1369">ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.</l><l n="1370">χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσει χάριν,</l><l n="1371">διπλῆν δὲ πατρός, κοὐ κακοὺς ἐπωφελῶν</l><l n="1372">δόξεις ὁμοῖος τοῖς κακοῖς πεφυκέναι.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="1373">λέγεις μὲν εἰκότʼ, ἀλλʼ ὅμως σε βούλομαι</l><l n="1374">θεοῖς τε πιστεύσαντα τοῖς τʼ ἐμοῖς λόγοις</l><l n="1375">φίλου μετʼ ἀνδρὸς τοῦδε τῆσδʼ ἐκπλεῖν χθονός.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="1376">ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως</l><l n="1377">ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;</l></sp></div></div></body></text></TEI>