ἐχθρόν τʼ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς; Νεοπτόλεμος ἀλλʼ οὔτʼ ἐμοὶ τοῦτʼ ἐστὶν οὔτε σοὶ καλόν. Φιλοκτήτης ἀλλʼ οὖν τοσοῦτόν γʼ ἴσθι, τοὺς πρώτους στρατοῦ, τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς. Νεοπτόλεμος εἶεν· τὰ μὲν δὴ τόξʼ ἔχεις, κοὐκ ἔσθʼ ὅτου ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ. Φιλοκτήτης ξύμφημι· τὴν φύσιν δʼ ἔδειξας, ὦ τέκνον, ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός, ἀλλʼ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτʼ ἦν ἤκουʼ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων. Νεοπτόλεμος ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε αὐτόν τʼ ἔμʼ· ὧν δέ σου τυχεῖν ἐφίεμαι, ἄκουσον. ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν τύχας δοθείσας ἔστʼ ἀναγκαῖον φέρειν· ὅσοι δʼ ἑκουσίοισιν ἔγκεινται βλάβαις, ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν δίκαιόν ἐστιν οὔτʼ ἐποικτίρειν τινά. σὺ δʼ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχει, ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων, στυγεῖς, πολέμιον δυσμενῆ θʼ ἡγούμενος. ὅμως δὲ λέξω· Ζῆνα δʼ ὅρκιον καλῶ· καὶ ταῦτʼ ἐπίστω καὶ γράφου φρενῶν ἔσω. σὺ γὰρ νοσεῖς τόδʼ ἄλγος ἐκ θείας τύχης, Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις· καὶ παῦλαν ἴσθι τῆσδε μή ποτʼ ἂν τυχεῖν νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος ταύτῃ μὲν αἴρῃ, τῇδε δʼ αὖ δύνῃ πάλιν, πρὶν ἂν τὰ Τροίας πεδίʼ ἑκὼν αὐτὸς μόλῃς,