οὕτω δέδοκται; Φιλοκτήτης καὶ πέρα γʼ ἴσθʼ ἢ λέγω. Νεοπτόλεμος ἀλλʼ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων κυρῶ, πέπαυμαι. Φιλοκτήτης πάντα γὰρ φράσεις μάτην. οὐ γάρ ποτʼ εὔνουν τὴν ἐμὴν κτήσει φρένα, ὅστις γʼ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν ἀπεστέρηκας, κᾆτα νουθετεῖς ἐμὲ ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς. ὄλοισθʼ, Ἀτρεῖδαι μὲν μάλιστʼ, ἔπειτα δὲ ὁ Λαρτίου παῖς καὶ σύ. Νεοπτόλεμος μὴ ʼπεύξῃ πέρα· δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε. Φιλοκτήτης πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα; Νεοπτόλεμος ἀπώμοσʼ ἁγνὸν Ζηνὸς ὑψίστου σέβας. Φιλοκτήτης ὦ φίλτατʼ εἰπών, εἰ λέγεις ἐτήτυμα. Νεοπτόλεμος τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων. Ὀδυσσεύς ἐγὼ δʼ ἀπαυδῶ γʼ, ᾧ θεοὶ ξυνίστορες, ὑπέρ τʼ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ. Φιλοκτήτης τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως, ἐπῃσθόμην; Ὀδυσσεύς σάφʼ ἴσθι· καὶ πέλας γʼ ὁρᾷς, ὅς σʼ ἐς τὰ Τροίας πεδίʼ ἀποστελῶ βίᾳ, ἐάν τʼ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ· Φιλοκτήτης ἀλλʼ οὔ τι χαίρων, ἢν τόδʼ ὀρθωθῇ βέλος. Νεοπτόλεμος ἆ, μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος. Φιλοκτήτης μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον. Νεοπτόλεμος οὐκ ἂν μεθείην. Φιλοκτήτης φεῦ· τί μʼ ἄνδρα πολέμιον