λέξω τάδʼ ἐλθών, ὅς σε τιμωρήσεται. Νεοπτόλεμος ἐσωφρόνησας· κἂν τὰ λοίφʼ οὕτω φρονῇς, ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα. σὺ δʼ, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω, ἔξελθʼ, ἀμείψας τάσδε πετρήρεις στέγας. Φιλοκτήτης τίς αὖ παρʼ ἄντροις θόρυβος ἵσταται βοῆς; τί μʼ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι; ὤμοι· κακὸν τὸ χρῆμα. μῶν τί μοι νέα πάρεστε πρὸς κακοῖσι πέμποντες κακά; Νεοπτόλεμος θάρσει· λόγους δʼ ἄκουσον οὓς ἥκω φέρων. Φιλοκτήτης δέδοικʼ ἔγωγε· καὶ τὰ πρὶν γὰρ ἐκ λόγων καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις. Νεοπτόλεμος οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν; Φιλοκτήτης τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου τὰ τόξʼ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ. Νεοπτόλεμος ἀλλʼ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν, πότερα δέδοκταί σοι μένοντι καρτερεῖν ἢ πλεῖν μεθʼ ἡμῶν; Φιλοκτήτης παῦε, μὴ λέξῃς πέρα· μάτην γὰρ ἃν εἴπῃς γε πάντʼ εἰρήσεται. Νεοπτόλεμος οὕτω δέδοκται; Φιλοκτήτης καὶ πέρα γʼ ἴσθʼ ἢ λέγω. Νεοπτόλεμος ἀλλʼ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων κυρῶ, πέπαυμαι.