ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ φόβον. Ὀδυσσεύς ξὺν τῷ δικαίῳ χεὶρ ἐμή σʼ ἀναγκάσει. Νεοπτόλεμος ἀλλʼ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν. Ὀδυσσεύς οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα. Νεοπτόλεμος ἴτω τὸ μέλλον. Ὀδυσσεύς χεῖρα δεξιὰν ὁρᾷς κώπης ἐπιψαύουσαν; Νεοπτόλεμος ἀλλὰ κἀμέ τοι ταὐτὸν τόδʼ ὄψει δρῶντα κοὐ μέλλοντʼ ἔτι. Ὀδυσσεύς καίτοι σʼ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ λέξω τάδʼ ἐλθών, ὅς σε τιμωρήσεται. Νεοπτόλεμος ἐσωφρόνησας· κἂν τὰ λοίφʼ οὕτω φρονῇς, ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα. σὺ δʼ, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω, ἔξελθʼ, ἀμείψας τάσδε πετρήρεις στέγας. Φιλοκτήτης τίς αὖ παρʼ ἄντροις θόρυβος ἵσταται βοῆς; τί μʼ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι; ὤμοι· κακὸν τὸ χρῆμα. μῶν τί μοι νέα πάρεστε πρὸς κακοῖσι πέμποντες κακά; Νεοπτόλεμος θάρσει· λόγους δʼ ἄκουσον οὓς ἥκω φέρων. Φιλοκτήτης δέδοικʼ ἔγωγε· καὶ τὰ πρὶν γὰρ ἐκ λόγων καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις. Νεοπτόλεμος οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν; Φιλοκτήτης τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου τὰ τόξʼ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ. Νεοπτόλεμος ἀλλʼ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν, πότερα δέδοκταί σοι μένοντι καρτερεῖν ἢ πλεῖν μεθʼ ἡμῶν; Φιλοκτήτης παῦε, μὴ λέξῃς πέρα· μάτην γὰρ ἃν εἴπῃς γε πάντʼ εἰρήσεται.