γόνον πρὸς ἡμᾶς δεῦρʼ ἰόντʼ ἐλεύσσομεν. Ὀδυσσεύς οὐκ ἂν φράσειας ἥντινʼ αὖ παλίντροπος κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς; Νεοπτόλεμος λύσων ὅσʼ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ. Ὀδυσσεύς δεινόν γε φωνεῖς· ἡ δʼ ἁμαρτία τίς ἦν; Νεοπτόλεμος ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ Ὀδυσσεύς ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον; Νεοπτόλεμος ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών. Ὀδυσσεύς τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύει νέον; Νεοπτόλεμος νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ, Ὀδυσσεύς τί χρῆμα δράσεις; ὥς μʼ ὑπῆλθέ τις φόβος. Νεοπτόλεμος παρʼ οὗπερ ἔλαβον τάδε τὰ τόξʼ, αὖθις πάλιν Ὀδυσσεύς ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς; Νεοπτόλεμος αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω. Ὀδυσσεύς πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε; Νεοπτόλεμος εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν. Ὀδυσσεύς τί φής, Ἀχιλλέως παῖ; τίνʼ εἴρηκας λόγον; Νεοπτόλεμος δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μʼ ἔπη; Ὀδυσσεύς ἀρχὴν κλύειν ἂν οὐδʼ ἅπαξ ἐβουλόμην. Νεοπτόλεμος εὖ νῦν ἐπίστω πάντʼ ἀκηκοὼς λόγον. Ὀδυσσεύς ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν. Νεοπτόλεμος τί φής; τίς ἔσται μʼ οὑπικωλύσων τάδε; Ὀδυσσεύς ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ. Νεοπτόλεμος σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν. Ὀδυσσεύς σὺ δʼ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά. Νεοπτόλεμος ἀλλʼ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε. Ὀδυσσεύς καὶ πῶς δίκαιον, ἅ γʼ ἔλαβες βουλαῖς ἐμαῖς, πάλιν μεθεῖναι ταῦτα; Νεοπτόλεμος τὴν ἁμαρτίαν αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι. Ὀδυσσεύς στρατὸν δʼ Ἀχαιῶν οὐ φοβεῖ, πράσσων τάδε;