ἐς Ἅιδου· οὐ γάρ ἐστʼ ἐν φάει γʼ ἔτι. ὦ πόλις, ὦ πατρία, πῶς ἂν εἰσίδοιμʼ ἄθλιός σʼ ἀνήρ, ὅς γε σὰν λιπὼν ἱερὰν λιβάδʼ ἐχθροῖς ἔβαν Δαναοῖς ἀρωγός· ἔτʼ οὐδέν εἰμι. Χορός ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ στείχων ἂν ἦ σοι τῆς ἐμῆς, εἰ μὴ πέλας Ὀδυσσέα στείχοντα τόν τʼ Ἀχιλλέως γόνον πρὸς ἡμᾶς δεῦρʼ ἰόντʼ ἐλεύσσομεν. Ὀδυσσεύς οὐκ ἂν φράσειας ἥντινʼ αὖ παλίντροπος κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς; Νεοπτόλεμος λύσων ὅσʼ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ. Ὀδυσσεύς δεινόν γε φωνεῖς· ἡ δʼ ἁμαρτία τίς ἦν; Νεοπτόλεμος ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ Ὀδυσσεύς ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον; Νεοπτόλεμος ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών. Ὀδυσσεύς τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύει νέον; Νεοπτόλεμος νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ, Ὀδυσσεύς τί χρῆμα δράσεις; ὥς μʼ ὑπῆλθέ τις φόβος. Νεοπτόλεμος παρʼ οὗπερ ἔλαβον τάδε τὰ τόξʼ, αὖθις πάλιν Ὀδυσσεύς ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς; Νεοπτόλεμος αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω. Ὀδυσσεύς πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε;