ἀπόλωλʼ ὁ τάλας· ὦ ποὺς πούς, τί σʼ ἔτʼ ἐν βίῳ τεύξω τῷ μετόπιν τάλας; ὦ ξένοι, ἔλθετʼ ἐπήλυδες αὖθις. Χορός τί ῥέξοντες ἀλλοκότῳ γνώμᾳ τῶν πάρος, ὧν προύφαινες; Φιλοκτήτης οὔτοι νεμεσητόν, ἀλύοντα χειμερίῳ λύπᾳ καὶ παρὰ νοῦν θροεῖν. Χορός βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν. Φιλοκτήτης οὐδέποτʼ οὐδέποτʼ, ἴσθι τόδʼ ἔμπεδον, οὐδʼ εἰ πυρφόρος ἀστεροπητὴς βροντᾶς αὐγαῖς μʼ εἶσι φλογίζων. ἐρρέτω Ἴλιον οἵ θʼ ὑπʼ ἐκείνῳ πάντες ὅσοι τόδʼ ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι. ἀλλʼ, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε. Χορός ποῖον ἐρεῖς τόδʼ ἔπος; Φιλοκτήτης ξίφος, εἴ ποθεν, ἢ γένυν ἢ βελέων τι προπέμψατε. Χορός ὡς τίνα δὴ ῥέξῃς παλάμαν ποτέ; Φιλοκτήτης χρῶτʼ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί· φονᾷ φονᾷ νόος ἤδη. Χορός τί ποτε; Φιλοκτήτης πατέρα ματεύων. Χορός ποῖ γᾶς;