ἔσται; τοῦ ποτε τεύξομαι σιτονόμου μέλεος πόθεν ἐλπίδος; πέλειαι δʼ ἄνω πτωκάδες ὀξυτόνου διὰ πνεύματος ἐλῶσιν· οὐκέτʼ ἴσχω. Χορός σύ τοι σύ τοι κατηξίωσας, ὦ βαρύποτμε, κοὐκ ἄλλοθεν ἔχει τύχᾳ τᾷδʼ ἀπὸ μείζονος, εὖτέ γε παρὸν φρονῆσαι τοῦ λῴονος δαίμονος εἵλου τὸ κάκιον αἰνεῖν. Φιλοκτήτης ὦ τλάμων τλάμων ἄρʼ ἐγὼ καὶ μόχθῳ λωβατός, ὃς ἤδη μετʼ οὐδενὸς ὕστερον ἀνδρῶν εἰσοπίσω τάλας ναίων ἐνθάδʼ ὀλοῦμαι, αἰαῖ αἰαῖ, οὐ φορβὰν ἔτι προσφέρων, οὐ πτανῶν ἀπʼ ἐμῶν ὅπλων κραταιαῖς μετὰ χερσὶν ἴσχων· ἀλλά μοι ἄσκοπα κρυπτά τʼ ἔπη δολερᾶς ὑπέδυ φρενός· ἰδοίμαν δέ νιν, τὸν τάδε μησάμενον, τὸν ἴσον χρόνον ἐμὰς λαχόντʼ ἀνίας. Χορός πότμος, πότμος σε δαιμόνων τάδʼ, οὐδὲ σέ γε δόλος, ἔσχεν ὑπὸ χειρὸς ἀμᾶς. στυγερὰν ἔχε δύσποτμον ἀρὰν ἐπʼ ἄλλοις. καὶ γὰρ ἐμοὶ τοῦτο μέλει, μὴ φιλότητʼ ἀπώσῃ. Φιλοκτήτης οἴμοι μοι, καί που πολιᾶς πόντου θινὸς ἐφήμενος ἐγγελᾷ, χερὶ πάλλων