οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμέν. Νεοπτόλεμος ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως πρὸς τοῦδʼ· ὅμως δὲ μείνατʼ, εἰ τούτῳ δοκεῖ, χρόνον τοσοῦτον, εἰς ὅσον τά τʼ ἐκ νεὼς στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα. χοὖτος τάχʼ ἂν φρόνησιν ἐν τούτῳ λάβοι λῴω τινʼ ἡμῖν. νὼ μὲν οὖν ὁρμώμεθον, ὑμεῖς δʼ, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς. Φιλοκτήτης ὦ κοίλας πέτρας γύαλον θερμὸν καὶ παγετῶδες, ὥς σʼ οὐκ ἔμελλον ἄρʼ, ὦ τάλας, λείψειν οὐδέποτʼ, ἀλλά μοι καὶ θνῄσκοντι συνείσει. ὤμοι μοί μοι. ὦ πληρέστατον αὔλιον λύπας τᾶς ἀπʼ ἐμοῦ τάλαν, τίπτʼ αὖ μοι τὸ κατʼ ἆμαρ ἔσται; τοῦ ποτε τεύξομαι σιτονόμου μέλεος πόθεν ἐλπίδος; πέλειαι δʼ ἄνω πτωκάδες ὀξυτόνου διὰ πνεύματος ἐλῶσιν· οὐκέτʼ ἴσχω. Χορός σύ τοι σύ τοι κατηξίωσας, ὦ βαρύποτμε, κοὐκ ἄλλοθεν ἔχει τύχᾳ τᾷδʼ ἀπὸ μείζονος, εὖτέ γε παρὸν φρονῆσαι τοῦ λῴονος δαίμονος εἵλου τὸ κάκιον αἰνεῖν.