ἐγώ θʼ, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν τούτων κρατύνειν, μηδʼ ἐπιθύνειν χερί. τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν· ἡμεῖς δʼ ἴωμεν, καὶ τάχʼ ἂν τὸ σὸν γέρας τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν. Φιλοκτήτης οἴμοι· τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖς ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ; Ὀδυσσεύς μή μʼ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή. Φιλοκτήτης ὦ σπέρμʼ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι γενήσομαι προσφθεγκτός, ἀλλʼ οὕτως ἄπει; Ὀδυσσεύς χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν, ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς. Φιλοκτήτης ἦ καὶ πρὸς ὑμῶν ὧδʼ ἔρημος, ὦ ξένοι, λειφθήσομαι δὴ κοὐκ ἐποικτερεῖτέ με; Χορός ὅδʼ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅσʼ ἂν οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμέν. Νεοπτόλεμος ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως πρὸς τοῦδʼ· ὅμως δὲ μείνατʼ, εἰ τούτῳ δοκεῖ, χρόνον τοσοῦτον, εἰς ὅσον τά τʼ ἐκ νεὼς στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα. χοὖτος τάχʼ ἂν φρόνησιν ἐν τούτῳ λάβοι λῴω τινʼ ἡμῖν. νὼ μὲν οὖν ὁρμώμεθον, ὑμεῖς δʼ, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς. Φιλοκτήτης ὦ κοίλας πέτρας γύαλον θερμὸν καὶ παγετῶδες, ὥς σʼ οὐκ ἔμελλον ἄρʼ, ὦ τάλας, λείψειν οὐδέποτʼ, ἀλλά μοι καὶ θνῄσκοντι συνείσει. ὤμοι μοί μοι. ὦ πληρέστατον αὔλιον λύπας τᾶς ἀπʼ ἐμοῦ τάλαν, τίπτʼ αὖ μοι τὸ κατʼ ἆμαρ